Ancient Greek
Dfhg-Source dfhg3_DEXIPPUS_ATHENIENSIS
DEXIPPUS ATHENIENSIS, Fragmenta 4
Not analysed yet
Ἀνεγνώσθη Δεξίππου τὰ μετὰ Ἀλέξανδρον, ἐν λόγοις τέσσαρσιν. Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ ἕτερον σύντομον ἱστορικὸν, μέχρι τῆς Κλαυδίου ἐπιτρέχον τὰς κεφαλαιώδεις πράξεις βασιλείας. Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ τὰ Σκυθικὰ, ἐν οἷς αἱ Ῥωμαίων αὐτῷ καὶ Σκυθῶν ἀναγράφονται πρὸς ἀλλήλους μάχαι τε καὶ ἀξιόλογοι πράξεις. Ἔστι δὲ τὴν φράσιν ἀπέριττός τε καὶ ὄγκῳ καὶ ἀξιώματι χαίρων, καὶ (ὡς ἄν τις εἴποι) ἄλλος μετά τινος σαφηνείας Θουκυκίδης, μάλιστά γε ἐν ταῖς Σκυθικαῖς ἱστορίαις.