Ancient Greek · ~2 min
Chapter 10
Didymus Alexandrinus, Mensurae marmorum ac lignorum 10
Not analysed yet
Ξύλον τρίγωνον, οὗ τὸ μὲν μῆκος ποδῶν ιβ΄, τὸ δὲ πλάτος δακτύλων ι΄ ,τὸ δὲ κρόταφος δακτύλων Ϛ΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὰ ιβ΄ τοῦ μήκους ἐπὶ τὰ ι΄ τοῦ πλάτους γίνονται ρκ΄· ταῦτα ἐπὶ τὰ Ϛ΄ τοῦ κροτάφου γίνονται ψκ΄· ὧν ἀεὶ κούφιζε τὸ γ″· λοιπὰ υπ΄· ὧν τὸ ρ𝒢β″ γίνεται β΄· καὶ τὰ λοιπὰ εἰς η″ γίνονται ιβ΄· ὡς εἶναι τὸ ξύλον ποδῶν στερεῶν β΄ δακτύλων ιβ΄.