Ancient Greek · ~2 min
Chapter 11
Didymus Alexandrinus, Mensurae marmorum ac lignorum 11
Not analysed yet
Ξύλον ἡμιστρογγύλον, οὗ τὸ μὲν μῆκος ποδῶν ιβ΄, ἡ δὲ περιφέρεια δακτύλων ιϚ΄. εὑρεῖν αὐτοῦ τὸ στερεόν· ποίει οὕτως· τὰ ιϚ΄ τῆς περιφερείας ἐφʼ ἑαυτὰ γίνονται σνϚ΄· ὧν τὸ Ϛ″ γίνεται μβ΄ ω″· ταῦτα ἐπὶ τὰ ιβ΄ τοῦ μήκους γίνονται φιβ΄. ὧν τὸ ρ𝒢β″ γίνεται β΄· τὰ δὲ λοιπὰ εἰς η″ γίνονται ιϚ΄· ὡς εἶναι τὸ ξύλον ποδῶν στερεῶν β΄ δακτύλων ιϚ΄.