Ancient Greek
130.1
Didymus, didymus_schmidt 130.1
Unproofread scanNot analysed yet
παρ’ ὅ δὴ καὶ κατὰ τινὰ τῶν ὑπομνημάτων μετελήφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως. τὸ δὲ οὐκ ἔχει τάκριβὲς οὕτως. εἰ γὰρ τὰ συγγράμματα τῶν ὑπομνημάτων προτάττομεν, ἕνεκα γοῦν τάκριβοὺς γράφομεν κατὰ Ἀρίσταρχον ‘Ζεὺς με μέγας’. ἐν γοῦν τῷ πρὸς Φιλτᾶν συγγράμματι τῇ γραφῇ κέχρηται, δύο λέγων τὸ μέγας σημαίνειν, τότε μὲν καθ’ αὐτό, καθάπερ νῦν ‘Ζεὺς με μέγας Κρονίδης’ καὶ ‘κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων’ (Π 776), τότε δ’ αὖ τὸ πρὸς-τὴν κατὰ τὸν Λίαντα τὸν ἕτερον διάκρισιν ‘Αἴας δ’ ὁ μέγας’ (Π 358). κἂν ταῖς Λιταῖς ἐξηγούμενος ‘αὐτὰρ ἐπὶτ’ Αἴας τε μέγας’ (Ι 169) ἐν τινὶ τῶν ἠκριβω-μένων ὑπομνημάτων γράφει ταῦτα κατὰ λέξιν· οὐ κατ’ ἐπιδέτον λέγει μέγας, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου Αἴαντος, ὅταν δὲ λέγῃ ‘Ζεὺς με μέγας Κρονίδης’, οὐκ ἔτι ὅτι καὶ ἕτερος μικρὸς ἐστι. καὶ τοὺς ἀπ’ αὐτοῦ δὲ χρω-μένους ἐστὶν εὑρεῖν τῇ γραφῇ, Λιονυσόδωρον τὸν Ἀλεξαν-δρέα καὶ Ἀμμόνιον. ἐπιλέγουσι δὲ οὐδέν. διὸ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ ἐγράψαμεν. καὶ Καλλίστρατος ἐν τῷ περὶ Ἰλιάδος οὕτως προφέρεται, ὥστε ὁμοῖον εἶναι τῷ ‘ἐπεὶ μέγας ᾠδύσατο Ζεὺς’-(Σ 292). οὐδὲ ὁ ἐπιδέτης δὲ Πτο-λεμαίου τὰς Ζηνόδοτον γραφὰς ἐκτιθέμενος ταύτην ὁμολο-γεῖ Ζηνόδοτον εἶναι. Ταῦτα ὁ Λίδυμος. A. Locum hunc egregie illustrat Leh rs. Ar. p. 20—28.