Ancient Greek
130.2 to 131.1
Didymus, didymus_schmidt 130.2-131.1
Unproofread scanNot analysed yet
B 258 ‘Ἐν δὲ τῇ κατὰ Φιλήμονα τὸν Κρητικὸν κι-χήσομαι ἐν Δαναοῖσιν. δύναιτο δ’ ἂν τὸ ὦς νῦ περ ὧδε ἀκούεσθαι ἀπλούστερον ἀντὶ τοῦ οὕτως, ὡσαύτως. Ταῦτα ὁ Λίδυμος. A. B 397 Οὕτως γένωνται αἱ Ἀριστάρχου. τοῦτο δὲ καὶ ὁ ἐκ τῶν ὑπομνημάτων λόγος ὑπόκειται ἔχων τῆδε· ἐπὶ τῶν κυμάτων λέγει τὸ γένωνται. τῷ τοιούτῳ πλεονάκις κέχρηται, ὥστε καὶ ἐπὶ τῶν οὐδετέρων τὰ πληθυντικὰ πα-ραλαμβάνει. μεταποιγοῦσι δὲ τινες γένηται, οὐκ ὀρθῶς. Ταῦτα ὁ Λίδυμος. A. B 435 μηκέτι νῦν δὴ’ αὐθὶ λεγώμεθα· οὕτως αἱ Ἀριστάρχου λέξεις ἐκ τοῦ β τῆς Ἰλιάδος· δὴθὰ πολὺν χρόνον, αὐθὶ αὐτοῦ, λεγώμεθα συναθροιζώμεθα. ὁ δὲ λόγος τοιούτος· μηκέτι νῦν ἐπὶ πολὺν χρόνον αὐτοῦ συνηθροισμένοι μένωμεν. Ζηνόδοτος δὲ ποιεῖ· μηκέτι νῦν ταῦτα λεγόμεθα. Καλλίστρατος δὲ ἐν τῷ α περὶ Ἰλιά-δος οὕτως προφέρεται· μηκέτι δὴ νῦν αὐθὶ λεγώ-μεθα. καὶ ἐστιν εὐφραδὴς μᾶλλον, ἀλλ’ οὐχ Ἀριστάρ-χ(ει)ος. Ταῦτα ὁ Δίδυμος. Α. · Vid. Pluygers. p. 11.