Ancient Greek
249.4
Didymus, didymus_schmidt 249.4
Unproofread scanNot analysed yet
Schol. Nem. Δ 3 p. 450 θέλξαν νιν ἀπτόμεναι· τὸ νιν Ἀρίσταρχος ἐπὶ τῆς εὐφροσύνης ἀκούει, ὥστε εἶναι τὸν λόγον· αἱ δὲ τῶν Μουσῶν θυγατέρες αἱ ψῶαί, τουνέστι τὰ ποιήματα, ἀπτόμεναι αὐτὴν τὴν εὐφροσύνην ἐθέλεξαν τὴν τοῦ ἀνθρώπου, ὅταν ἐγκαμιάζεται. ἔστι δὲ ἀνυχρον. οὐ γὰρ θέλεται εὐφροσύνη, αὐτὴ θέλγουσα τοὺς νενικηκότας, οὐχ ὑπ’ ἄλλου θελγομένη. ἄμεινον δέ, φησὶν ὁ Λίδυμος, ἐπὶ τῶν πόνων ἀκούειν τὴν νῦν. (οἱ γὰρ μεθ’ Ὁμήρου οὐκ ἀκριβέυουσι τὴν ἀντωνυμίαν, ὡς καὶ Εὐριπίδης· τοιγάρ νυν αὐτὰς ἐκ δόμων οἰστρησ’ ἐγώ.) ὥστε τὸν λόγον εἶναι τοῦτον· αἱ ψῶαί ἐθέλεξαν αὐτοὺς τοὺς πόνους ἀπτόμεναι αὐτῶν· οἷον θέλγουσι τὴν κακοπάθειαν ὑμνοῦσαι αἱ ψῶαί.