Ancient Greek
250.2
Didymus, didymus_schmidt 250.2
Unproofread scanNot analysed yet
ibid. v. 14 τὸ μοι —προκώμιον εἴη· —δύναται καὶ οὕτω, φησὶν ὁ Λίδυμος· παντὸς τοῦ ποιουμένου εἰς αὐτὸν ὕμνον τοῦτο τὸ ῥῆμα προκώμιον εἴη, οἷον προοίμιόν τι τοιούτων γένοιτο τῶν εἰς αὐτὸν γραφσομένων ὑμνῶν ὑπ’ ἐμοῦ, νικῆσαι καὶ ἄλλους ἀγῶνας· ἵνα τῶν ἐξῆς ἐπομένων ἐπινικίων ὁ νῦν γραφόμενος λέγεται πρὸ παντὸς κάμου γεγωνός. δύναται δὲ καὶ οὕτω· τῶν γραφσομένων αὐτῷ ὑμνῶν ὑπ’ ἄλλων ὁ ἐμὸς ἂν εἴη προκώμιον. ὁ δὲ νοῦς· ὅνπερ δὴ λόγον καὶ ἐπαίνον γένοιτο νῦν ἐμοὶ δεῖναι καὶ πληρώσαι προκώμιον τῷ τε Διὶ καὶ αὐτῇ τῇ Νεμέᾳ καὶ τῇ Τιμησάρχου κάλῃ.