Ancient Greek · ~5 min
Dfhg-Source dfhg4_DIEUCHIDAS
DIEUCHIDAS, Fragmenta 7
Not analysed yet
Διευχίδας δ ̓ ἐν τοῖς Μεγαρικοῖς «**τὰς καλουμένας (φησὶν) Ἀραιὰς (μεταξὺ δὲ τῆς Κνίδου καὶ τῆς Σύμης εἰσί), γενομένης διαφορᾶς τοῖς συνεξορμήσασι τῷ Τριόπᾳ μετὰ τὸν ἐκείνου θάνατον, καὶ τῶν μὲν εἰς τὸ Δώτιον ἀναχωρησάντων, οἱ μὲν μετὰ Φόρβαντος μείναντες εἰς Ἰηλυσὸν ἦλθον, οἱ δὲ μετὰ Περιέργου τὴν Καμειρίδα κατέσχον. Τότε λέγεται καταράσασθαι τὸν Περίεργον τῷ Φόρβαντι, καὶ διὰ τοῦτο τὰς νήσους Ἀραιὰς κληθῆναι. Ναυαγήσας δ ̓ ὁ Φόρβας καὶ Παρθενία, ἡ τοῦ Φόρβαντος καὶ τοῦ Περιέργου ἀδελφὴ, διενήξαντο εἰς Ἰηλυσὸν περὶ τὸν καλούμενον τόπον Σχεδίαν. Καὶ αὐτοῖς περιτυχὼν Θαμνεὺς, ὃς ἐτύγχανε κατὰ τὴν Σχεδίαν κυνηγετῶν, ἦγεν ὡς ξενίσων εἰς οἶκον, καὶ τὸν οἰκέτην ἀπέστειλεν ἀπαγγελοῦντα τῇ γυναικὶ τἀπιτήδεια παρασκευάζειν, ὡς ἄγοντος αὐτοῦ ξένους. Ἐλθὼν δ ̓ εἰς οἶκον, ὡς οὐδὲν εὗρε παρεσκευασμένον, αὐτὸς ἐπιβαλὼν τὸν σῖτον ἐπὶ τὸν ἀλετῶνα, καὶ τἄλλα τἀκόλουθα, ἔπειτα ἀλέσας ἐξένισεν αὐτούς. Καὶ ὁ Φόρβας οὕτως ἐπὶ τῷ ξενισμῷ ἥσθη, ὡς καὶ τὸν βίον τελευτῶν ἐπέσκηψε τοῖς φίλοις, δι ̓ ἐλευθέρων τοὺς ἐναγισμοὺς ἐπιτελεῖν αὐτῷ, καὶ τὸ ἔθος διαμένει ἐν τῇ θυσίᾳ τοῦ Φόρβαντος. Ἐλεύθεροι γάρ εἰσιν οἱ διακονοῦντες, δούλῳ δὲ προσελθεῖν οὐκ ἔστιν ὅσιον.»