Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_DIEUCHIDAS
DIEUCHIDAS, Fragmenta 8
Not analysed yet
Διευχίδας (vg. Διρηχίδας) δὲ ἐν τοῖς Μεγαρικοῖς ἱστορεῖ, ὅτι Ἀλκάθους ὁ Πέλοπος διὰ τὸν Χρυσίππου φόνον φυγαδευθεὶς ἐκ Μεγάρων, ἀπήρχετο κατοικήσων εἰς ἑτέραν πόλιν. Καὶ δὴ περιπεσὼν λέοντι λυμαινομένῳ τὰ Μέγαρα (ἐφ ̓ ὃν καὶ ἕτεροι ἦσαν ἀπεσταλμένοι ὑπὸ τοῦ βασιλέως τῶν Μεγάρων) καταγωνίζεται τοῦτον, καὶ τὴν γλῶτταν αὐτοῦ εἰς πήραν θέμενος, ἐπανῆλθεν αὖθις εἰς τὰ Μέγαρα. Καὶ ἀπαγγελλόντων τῶν ἀπεσταλμένων ἐπὶ τὴν θήραν, ὅτι αὐτοί εἰσιν οἱ κατηγωνισμένοι τὸ θηρίον, προσκομίσας τὴν πήραν, ἤλεγξεν αὐτούς. Διόπερ θύσας τοῖς θεοῖς ὁ βασιλεὺς, τὸ τελευταῖον τὴν γλῶσσαν ἐπέθηκε τοῖς βωμοῖς· καὶ ἀπὸ τότε ἔθος τοῦτο διέμεινεν Μεγαρεῦσι. Φιλόχορος δὲ (fr. 173) ἐν τῷ Περὶ θυσιῶν κ. τ. λ.