Ancient Greek · ~2 min
Section 109
Dinarchus, Κατὰ Δημοσθένους 109
Not analysed yet
μὴ οὖν ἄχθεσθʼ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου· πολὺ γὰρ ἂν δικαιότερον ἐλεήσαιτε τὴν χώραν, ἣν οὗτος καθίστησιν εἰς τοὺς κινδύνους τοιαῦτα πράττων, ἣ τοὺς ἐξ αὑτῆς γεγενημένους ὑμᾶς ἱκετεύει, παραστησαμένη τὰ ὑμέτερα τέκνα καὶ γυναῖκας, τιμωρήσασθαι τὸν προδότην καὶ σῴζειν ἑαυτήν, ὑπὲρ ἧς οἱ πρόγονοι πολλοὺς καὶ καλοὺς κινδύνους ὑπομείναντες ἐλευθέραν ὑμῖν αὐτὴν παραδεδώκασιν, ἐν ᾗ πολλὰ καὶ καλὰ παραδείγματα λέλειπται τῆς τῶν τελευτησάντων ἀρετῆς.