Ancient Greek · ~2 min
Section 110
Dinarchus, Κατὰ Δημοσθένους 110
Not analysed yet
εἰς ταύτην ἀποβλέψαντας, ὦ Ἀθηναῖοι, καὶ τὰς ἐν αὐτῇ γιγνομένας πατρίους θυσίας καὶ τὰς τῶν προγόνων θήκας φέρειν δεῖ τοὺς εὖ φρονοῦντας τὴν ψῆφον. καὶ ὅταν Δημοσθένης ἐξαπατῆσαι βουλόμενος καὶ παρακρουόμενος ὑμᾶς οἰκτίζηται καὶ δακρύῃ, ὑμεῖς εἰς τὸ τῆς πόλεως σῶμʼ ἀποβλέψαντες καὶ τὴν πρότερον δόξαν ὑπάρχουσαν αὐτῇ ἀντίθετε, πότερον ἡ πόλις ἐλεεινοτέρα διὰ τοῦτον γέγονεν ἢ διὰ τὴν πόλιν Δημοσθένης.