Ancient Greek · ~2 min
Section 15
Dinarchus, Κατὰ Δημοσθένους 15
Not analysed yet
τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην —ἐξάγομαι γάρ —,ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσʼ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασʼ ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, καὶ ὃς ἀποπέφανται μισθαρνῶν καὶ δωροδοκῶν κατὰ τῆς πόλεως καὶ ταῦτʼ ἐξελήλεγκται, τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις; ὃς οὐκ ἐκ τῶν βασιλικῶν μόνον εἰληφὼς χρυσίον φανερός ἐστιν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πόλεως κεχρηματισμένος· ὁ νῦν οὐδὲ τῶν ὑφʼ Ἁρπάλου κομισθέντων χρημάτων εἰς τὴν πόλιν ἀποσχόμενος.