Ancient Greek
Section 16
Dinarchus, Κατὰ Δημοσθένους 16
Not analysed yet
καίτοι τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν ἃς Δημοσθένης ἐπρέσβευσεν εἰς Θήβας πρεσβείας; ἢ τίς οὐκ ἂν καταγελάσειεν ὑμῶν τῶν τούτου τολμώντων ἀκούειν, ἀντιθεὶς ἐφʼ αἷς οὗτος σεμνύνεται πράξεσιν ἐκείνας ἃς Τιμόθεος ὑμᾶς καὶ Κόνων εὐεργέτησαν; ἀλλὰ γὰρ οὐ πρὸς τοῦτο τὸ κάθαρμα παραβάλλειν δεῖ τοὺς ἄξια καὶ τῆς πόλεως καὶ τῶν προγόνων ὑπὲρ ὑμῶν πράξαντας. παρασχόμενος οὖν τὸ ψήφισμα τὸ Τιμοθέῳ γενόμενον πάλιν ἐπὶ τοὺς περὶ τούτου λόγους βαδιοῦμαι. λέγε.