Ancient Greek · ~2 min
Section 17
Dinarchus, Κατὰ Δημοσθένους 17
Not analysed yet
Ψήφισμα ὁ τοιοῦτος, ὦ Δημόσθενες, πολίτης, ὃς δικαίως ἂν καὶ συγγνώμης καὶ χάριτος ἐτύγχανε παρὰ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμπεπολιτευμένων, οὐ λόγοις ἀλλʼ ἔργοις μεγάλα τὴν πόλιν ἀγαθὰ ποιήσας, καὶ διαμείνας ἐπὶ τῆς αὐτῆς πολιτείας καὶ οὐκ ἄνω καὶ κάτω μεταβαλόμενος ὥσπερ σύ, ἐτελεύτησεν οὐ τηλικαύτας τὸν δῆμον αἰτήσας δωρεὰς ὥστε τῶν νόμων εἶναι κρείττων, οὐδʼ οἰόμενος δεῖν τοὺς ὀμωμοκότας κατὰ τοὺς νόμους οἴσειν τὴν ψῆφον ἄλλο τι προὐργιαίτερον ποιεῖσθαι τῆς εὐσεβείας, ἀλλʼ ὑπομένων καὶ κρίνεσθαι, εἰ δόξειε τοῖς δικασταῖς, καὶ οὐ καιροὺς λέγων, οὐδʼ ἕτερα φρονῶν καὶ δημηγορῶν.