Ancient Greek · ~2 min
Section 2
Dinarchus, Κατὰ Δημοσθένους 2
Not analysed yet
ὑπόλοιπον ἡμῖν, ὦ Ἀθηναῖοι, καὶ ταῦτʼ ἀγωνιζομένοις ἀγῶνα τηλικοῦτον ἡλίκος οὐδεπώποτε γέγονε τῇ πόλει, κοινῇ πᾶσιν ὑμῖν παρακελεύεσθαι, πρῶτον μὲν τοῖς λοιποῖς ἡμῖν συγγνώμην ἔχειν, ἂν τῶν αὐτῶν ἐνίοις περιπίπτωμεν —οὐ γὰρ ἵνʼ ἐνοχλῶμεν ὑμᾶς, ἀλλʼ ἵνʼ ὀργίζεσθαι μᾶλλον παροξύνωμεν, δὶς περὶ τῶν αὐτῶν ἐροῦμεν —,ἔπειτα μὴ προΐεσθαι τὰ κοινὰ τῆς πόλεως ἁπάσης δίκαια, μηδὲ τὴν κοινὴν σωτηρίαν ἀντικαταλλάξασθαι τῶν τοῦ κρινομένου λόγων.