Ancient Greek · ~2 min
Section 3
Dinarchus, Κατὰ Δημοσθένους 3
Not analysed yet
ὁρᾶτε γάρ, ὦ Ἀθηναῖοι, ὅτι παρὰ μὲν ὑμῖν Δημοσθένης οὑτοσὶ κρίνεται, παρὰ δὲ τοῖς ἄλλοις ὑμεῖς· οἳ σκοποῦσι τίνα ποτὲ γνώμην ἕξετε περὶ τῶν τῇ πατρίδι συμφερόντων, καὶ πότερον τὰς ἰδίας τούτων δωροδοκίας καὶ πονηρίας ἀναδέξεσθʼ εἰς ὑμᾶς αὐτούς, ἢ φανερὸν πᾶσιν ἀνθρώποις ποιήσετε διότι μισεῖτε τοὺς κατὰ τῆς πολιτείας δῶρα λαμβάνοντας, καὶ οὐχ ἵνʼ ἀφῆτε ζητεῖν προσετάξατε τῇ ἐξ Ἀρείου πάγου βουλῇ, ἀλλʼ ἵνʼ ἀποφηνάντων τούτων ὑμεῖς τιμωρήσησθε τῶν ἀδικημάτων ἀξίως. νυνὶ τοίνυν τοῦτʼ ἐφʼ ὑμῖν ἐστι.