Ancient Greek · ~1 min
Section 25
Dinarchus, Κατὰ Δημοσθένους 25
Not analysed yet
κἀκεῖνοι μέν, ὡς οἱ πρεσβύτεροι λέγουσι, καταλελυμένης τῆς δημοκρατίας τῆς παρʼ ἡμῖν καὶ συνάγοντος ἐν Θήβαις Θρασυβούλου τοὺς φυγάδας ἐπὶ τὴν Φυλῆς κατάληψιν, καὶ Λακεδαιμονίων ἰσχυόντων καὶ ἀπαγορευόντων μηδένʼ Ἀθηναίων ὑποδέχεσθαι μηδʼ ἐκπέμπειν, ὅμως συνέπραττον τῷ δήμῳ τὴν κάθοδον καὶ τὸ πολλάκις ἀνεγνωσμένον παρʼ ὑμῖν ἐψηφίσαντο ψήφισμα, [μὴ] περιορᾶν ἐάν τις ὅπλα διὰ τῆς χώρας [τῆς] Ἀθηναίων ἔχων πορεύηται·