Ancient Greek · ~2 min
Section 26
Dinarchus, Κατὰ Δημοσθένους 26
Not analysed yet
οὗτος δὲ ὁ κοινὸν αὑτὸν τοῖς συμμάχοις, ὡς αὐτίκα φήσει, παρέχων οὐδὲν τοιοῦτον ἔπραξεν, οὐδὲ τῶν χρημάτων ὧν ἔλαβεν εἰς τὴν τούτων σωτηρίαν οὐδὲν ἠθέλησε προέσθαι. ὧν ὑμεῖς, ὦ ἄνδρες, μνησθέντες, καὶ τὰ ἀτυχήματα τὰ γιγνόμενα διὰ τοὺς προδότας θεωρήσαντες ἐν ταῖς Ὀλυνθίων καὶ Θηβαίων συμφοραῖς, ὑπὲρ ὑμῶν αὐτῶν ὀρθῶς νυνὶ βουλεύεσθε, καὶ τοὺς δωροδοκεῖν ἐθέλοντας κατὰ τῆς πατρίδος ἀνελόντες ἐν ὑμῖν αὐτοῖς καὶ τοῖς θεοῖς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχετε.