Ancient Greek · ~2 min
Section 35
Dinarchus, Κατὰ Δημοσθένους 35
Not analysed yet
τί οὖν; ἐν τούτοις τοῖς καιροῖς Δημοσθένης τίς ἦν, ὁ τοῦ συμβουλεῦσαι καὶ γράψαι κύριος καὶ φήσων αὐτίκα δὴ μισεῖν τὰ καθεστῶτα πράγματα; ἐῶ γὰρ τοὺς ἄλλους κινδύνους. ἔγραψάς τι περὶ τούτων [κινδύνων]; συνεβούλευσας; ἐπόρισας χρήματα; μικρόν τι χρήσιμος ἐγένου τοῖς ὑπὲρ τῆς κοινῆς σωτηρίας πράττουσιν; οὐδʼ ὁτιοῦν, ἀλλὰ περιῄεις κατασκευάζων λογοποιούς, καὶ παρʼ αὑτῷ γράφων ἐπιστολήν, καὶ καταισχύνων τὴν τῆς πόλεως δόξαν,