Ancient Greek · ~1 min
Section 36
Dinarchus, Κατὰ Δημοσθένους 36
Not analysed yet
ἐκ τῶν δακτύλων ἀναψάμενος περιεπορεύετο, τρυφῶν ἐν τοῖς τῆς πόλεως κακοῖς, καὶ ἐπὶ φορείου κατακομιζόμενος τὴν εἰς Πειραιᾶ ὁδόν, καὶ τὰς τῶν πενήτων ἀπορίας ὀνειδίζων. εἶθʼ οὗτος εἰς τοὺς μέλλοντας ὑμῖν καιροὺς ἔσται χρήσιμος, παραβεβηκὼς ἅπαντας τοὺς παρεληλυθότας; τοιούτων, ὦ δέσποινʼ Ἀθηνᾶ καὶ Ζεῦ σῶτερ, συμβούλων καὶ ἡγεμόνων ὤφελον τυχεῖν οἱ πολεμήσαντες τῇ πόλει, καὶ μηδεπώποτε βελτιόνων.