Ancient Greek
Section 37
Dinarchus, Κατὰ Δημοσθένους 37
Not analysed yet
οὐκ ἀναμνήσεσθε, ὦ ἄνδρες, τὰς τῶν πρεσβυτέρων πράξεις; οἳ μεγάλων καὶ πολλῶν κινδύνων καταλαμβανόντων τὴν πόλιν ἀξίως τῆς πατρίδος καὶ τῆς αὐτῶν ἐλευθερίας καὶ τῆς δόξης τῆς δικαίας ὑπὲρ τῶν τοῦ δημοσίου συμφερόντων ἐκινδύνευσαν; ὧν τοὺς μὲν ἀρχαίους ἐκείνους μακρὸν ἂν εἴη λέγειν, Ἀριστείδην καὶ Θεμιστοκλέα, τοὺς ὀρθώσαντας τὰ τείχη τῆς πόλεως καὶ τοὺς φόρους εἰς ἀκρόπολιν ἀνενεγκόντας παρʼ ἑκόντων καὶ βουλομένων τῶν Ἑλλήνων·