Ancient Greek
Section 43
Dinarchus, Κατὰ Δημοσθένους 43
Not analysed yet
εἴπατέ μοι πρὸς Διός, ὦ ἄνδρες, προῖκα τοῦτον οἴεσθε γράψαι Διφίλῳ τὴν ἐν πρυτανείῳ σίτησιν, καὶ τὴν εἰς τὴν ἀγορὰν ἀνατεθησομένην εἰκόνα; ἢ τὸ ποιῆσαι πολίτας ὑμετέρους Χαιρέφιλον καὶ Φείδωνα καὶ Πάμφιλον καὶ Φείδιππον, ἢ πάλιν Ἐπιγένην καὶ Κόνωνα τοὺς τραπεζίτας; ἢ τὸ χαλκοῦς ἐν ἀγορᾷ στῆσαι Βηρισάδην καὶ Σάτυρον καὶ Γόργιππον τοὺς ἐκ τοῦ Πόντου τυράννους, παρʼ ὧν αὐτῷ χίλιοι μέδιμνοι τοῦ ἐνιαυτοῦ πυρῶν ἀποστέλλονται τῷ οὐδʼ ὅποι καταφύγῃ αὐτίκα φήσοντι εἶναι;