Ancient Greek · ~1 min
Section 44
Dinarchus, Κατὰ Δημοσθένους 44
Not analysed yet
ἢ τὸ γράψαι Ταυροσθένην Ἀθηναῖον εἶναι, τὸν τοὺς μὲν αὑτοῦ πολίτας καταδουλωσάμενον, τῆς δʼ Εὐβοίας ὅλης μετὰ τοῦ ἀδελφοῦ Καλλίου προδότην Φιλίππῳ γεγενημένον; ὃν οὐκ ἐῶσιν οἱ νόμοι τῆς Ἀθηναίων χώρας ἐπιβαίνειν, εἰ δὲ μή, τοῖς αὐτοῖς ἔνοχον εἶναι κελεύουσιν οἷσπερ ἄν τις τῶν φευγόντων ἐξ Ἀρείου πάγου κατίῃ. καὶ τοῦτον οὗτος ὁ δημοτικὸς ὑμέτερον ἔγραψε πολίτην εἶναι.