Ancient Greek · ~2 min
Section 48
Dinarchus, Κατὰ Δημοσθένους 48
Not analysed yet
Ἀρά ἀλλʼ ὅμως, ἄνδρες δικασταί, οὕτω Δημοσθένης τῷ ψεύδεσθαι καὶ μηδὲν ὑγιὲς λέγειν ἑτοίμως χρῆται, καὶ οὔτʼ αἰσχύνης οὔτʼ ἐλέγχου οὔτʼ ἀρᾶς οὐδὲν αὐτῷ μέλει, ὥστε καὶ περὶ ἐμοῦ τολμήσει λέγειν, ὡς ἀκούω, ὡς ἄρα κἀμοῦ κατέγνω πρότερον ἡ βουλή· καὶ ποιῶ πάντων ἀτοπώτατον, ὡς οὗτός φησι, πρότερον μὲν ἐναντίον τῇ τῆς βουλῆς ἀποφάσει ἀγῶνα ἀπολογούμενος ὑπὲρ ἐμαυτοῦ, νυνὶ δὲ συνηγορῶν αὐτῇ, κατηγορῶν τούτου περὶ τῆς γεγενημένης ἀποφάσεως·