Ancient Greek
Section 49
Dinarchus, Κατὰ Δημοσθένους 49
Not analysed yet
πρᾶγμα κατασκευάζων οὐ γεγενημένον, ἀλλὰ ψεύδεσθαι πρὸς ὑμᾶς τολμῶν. ἵνʼ οὖν, ἐὰν ἐπὶ τοῦτον ἴῃ τὸν λόγον, μὴ ἐπιτρέπητʼ αὐτῷ, ἀλλʼ εἰδῆτʼ ἀκριβῶς ὅτι οὔτε μʼ ἀπέφηνεν ἡ βουλὴ οὔτʼ ἐμέλλησεν, ἠδικήθην δὲ ὑφʼ ἑνὸς ἀνθρώπου πονηροῦ καὶ δίκην δεδωκότος παρʼ ὑμῖν, ἀκούσατέ μου βραχέα· ἔπειτʼ ἐπὶ τοῦτον πάλιν βαδιοῦμαι.