Ancient Greek · ~2 min
Section 5
Dinarchus, Κατὰ Δημοσθένους 5
Not analysed yet
ζητεῖ ἡ βουλή, οὐκ ἐκ τῶν προκλήσεων μαθοῦσα τὸ δίκαιον, οὐδὲ τὴν ἀλήθειαν καὶ τὴν πίστιν τὴν περὶ αὑτῆς ἐπὶ σοῦ καταλῦσαι βουλομένη, ἀλλʼ, ὅπερ καὶ αὐτοὶ οἱ Ἀρεοπαγῖται εἶπον, προορῶσα μὲν ἡ βουλή, ὦ ἄνδρες, τὴν τούτων ἰσχὺν καὶ τὴν ἐν τῷ λέγειν καὶ πράττειν δύναμιν, οὐκ οἰομένη δὲ δεῖν οὐδεμίαν ὑπολογίζεσθαι τῶν περὶ αὑτῆς ἐσομένων βλασφημιῶν, εἴ τις μέλλει τῇ πατρίδι αὐτῆς αἰτία μοχθηρὰ καὶ κίνδυνος ἔσεσθαι.