Ancient Greek · ~1 min
Section 4
Dinarchus, Κατὰ Δημοσθένους 4
Not analysed yet
ψηφισαμένου γὰρ τοῦ δήμου δίκαιον ψήφισμα, καὶ πάντων τῶν πολιτῶν βουλομένων εὑρεῖν τίνες εἰσὶ τῶν ῥητόρων οἱ τολμήσαντες ἐπὶ διαβολῇ καὶ κινδύνῳ τῆς πόλεως χρήματα παρʼ Ἁρπάλου λαβεῖν, καὶ πρὸς τούτοις ἐν ψηφίσματι γράψαντος, ὦ Δημόσθενες, σοῦ καὶ ἑτέρων πολλῶν, ζητεῖν τὴν βουλὴν περὶ αὐτῶν, ὡς αὐτῇ πάτριόν ἐστιν, εἴ τινες εἰλήφασι παρʼ Ἁρπάλου χρυσίον,