Ancient Greek · ~2 min
Section 54
Dinarchus, Κατὰ Δημοσθένους 54
Not analysed yet
ἐπʼ αὐτοφώρω χρήματα λαμβάνων εἴληπται, νῦν τὰ νόμιμα τἀκεῖθεν καὶ τὰ δίκαια καὶ τἀληθῆ ἀσθενέστερα γενήσεται τῶν Δημοσθένους λόγων, καὶ ἰσχύσει μᾶλλον τῆς ἀληθείας ἡ παρὰ τούτου ῥηθησομένη κατὰ τοῦ συνεδρίου διαβολή, ὡς ἄρα πολλοὺς ἡ βουλὴ ἀποπέφαγκεν ἀδικεῖν τὸν δῆμον, οἳ ἀποπεφεύγασιν εἰσελθόντες εἰς τὸ δικαστήριον, καὶ ἡ βουλὴ ἐπʼ ἐνίων τὸ πέμπτον μέρος οὐ μετείληφε τῶν ψήφων; τοῦτο δὲ ὃν τρόπον γίγνεται, ῥᾳδίως ἅπαντες μαθήσεσθε.