Ancient Greek · ~2 min
Section 55
Dinarchus, Κατὰ Δημοσθένους 55
Not analysed yet
ἡ βουλή, ὦ ἄνδρες, ζητεῖ τὰ προσταχθένθʼ ὑφʼ ὑμῶν καὶ τὰ γεγενημένα παρʼ αὑτοῖς ἀδικήματʼ οὐχ ὡς ὑμεῖς —καί μοι μὴ ὀργισθῆτε —δικάζειν ἐνίοτε εἴθισθε, τῇ σῇ γνώμῃ πλέον ἢ τῷ δικαίῳ ἀπονέμοντες, ἀλλʼ ἁπλῶς τὸν ἔνοχον ὄντα τοῖς ζητουμένοις ἀποφαίνει καὶ τὸν ὁποιονοῦν ἠδικηκότα παρὰ τὰ πάτρια, νομίζουσα τὸν ἐν τοῖς μικροῖς συνεθιζόμενον ἀδικεῖν τοῦτον τὰ μεγάλα τῶν ἀδικημάτων εὐχερέστερον προσδέξεσθαι.