Ancient Greek · ~2 min
Section 59
Dinarchus, Κατὰ Δημοσθένους 59
Not analysed yet
αὕτη, Δημόσθενες, τῆς βουλῆς ἡ ἀπόφασις οὐκ ἐξηλέγχθη ψευδὴς οὖσα, ἀληθινῆς δὲ αὐτῆς οὔσης ἔδοξε τοῖς δικασταῖς ἀφεῖναι τὸν Πολύευκτον· τὸ μὲν γὰρ ἀληθὲς τῇ βουλῇ προσετάχθη ζητεῖν, τὸ δὲ συγγνώμης ἄξιόν φημι τὸ δικαστήριον ἔκρινε. διὰ τοῦτʼ οὐ πιστευτέον τῇ βουλῇ περὶ τῶν γιγνομένων ἀποφάσεων, ἐπειδή σε καὶ τοὺς μετὰ σοῦ τὸ χρυσίον ἔχοντας ἀποπέφαγκε; δεινὸν μέντʼ ἂν εἴη.