Ancient Greek · ~2 min
Section 60
Dinarchus, Κατὰ Δημοσθένους 60
Not analysed yet
δεῖξον γὰρ τοῖς δικασταῖς σύ, Δημόσθενες, νυνὶ ὡς τούτων τι τῶν ἁμαρτημάτων ὅμοιόν ἐστι τοῖς σοῖς ἀδικήμασι, καὶ ὡς τὸ δῶρα λαμβάνειν κατὰ τῆς πατρίδος συγγνώμης ἐστὶν ἄξιον, ὥστʼ ἀποφύγοις ἂν παρὰ τούτοις εἰκότως. ἀλλʼ οἱ νόμοι περὶ μὲν τῶν ἄλλων ἀδικημάτων τῶν εἰς ἀργυρίου λόγον ἀνηκόντων διπλῆν τὴν βλάβην ὀφλεῖν κελεύουσι, περὶ δὲ τῶν δωροδοκούντων δύο μόνον τιμήματα πεποιήκασιν, ἢ φάνατον, ἵνα ταύτης τυχὼν τῆς ζημίας ὁ λαβὼν παράδειγμα γένηται τοῖς ἄλλοις, ἢ δεκαπλοῦν τοῦ ἐξ ἀρχῆς λήμματος τὸ τίμημα τῶν δώρων, ἵνα μὴ λυσιτελήσῃ τοῖς τοῦτο τολμῶσι ποιεῖν.