Ancient Greek · ~2 min
Section 62
Dinarchus, Κατὰ Δημοσθένους 62
Not analysed yet
ἀλλὰ μὴν πρότερον ἔγραψας σύ, ὦ Δημόσθενες, κατὰ πάντων τούτων καὶ τῶν ἄλλων Ἀθηναίων κυρίαν εἶναι τὴν ἐξ Ἀρείου πάγου βουλὴν κολάσαι τὸν παρὰ τοὺς νόμους πλημμελοῦντα, χρωμένην τοῖς πατρίοις νόμοις· καὶ παρέδωκας σὺ καὶ ἐνεχείρισας τὴν πόλιν ἅπασαν ταύτῃ, ἣν αὐτίκα φήσεις ὀλιγαρχικὴν εἶναι· καὶ τεθνᾶσι κατὰ τὸ σὸν ψήφισμα δύο τῶν πολιτῶν, πατὴρ καὶ υἱός, παραδοθέντες τῷ ἐπὶ τῷ ὀρύγματι·