Ancient Greek · ~2 min
Section 61
Dinarchus, Κατὰ Δημοσθένους 61
Not analysed yet
ἢ τοῦτο μὲν οὐκ ἐπιχειρήσεις λέγειν, ὅτι δὲ τῶν πρότερον ἀποφανθέντων ὑπὸ τῆς βουλῆς, τοῖς μὲν ἄλλοις ὡμολογηκέναι συμβέβηκεν ἀξίαν εἶναι τὴν τῆς βουλῆς ζημίαν, σοὶ δὲ μόνῳ τὰ περὶ αὐτῆς ἠναντιῶσθαι. ἀλλὰ μόνος σὺ τῶν πώποτʼ ἀποπεφασμένων ἠξίωσας ἑκὼν σεαυτῷ τούτους κριτὰς καὶ ζητητὰς γενέσθαι, καὶ ἔγραψας κατὰ σαυτοῦ τὸ ψήφισμα, καὶ τὸν δῆμον ἐποιήσω μάρτυρα τῶν ὡμολογημένων, ὁρισάμενος σεαυτῷ ζημίαν εἶναι θάνατον, ἐὰν ἀποφήνῃ σʼ ἡ βουλὴ τῶν χρημάτων εἰληφότα τι τῶν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου κομισθέντων.