Ancient Greek
Section 68
Dinarchus, Κατὰ Δημοσθένους 68
Not analysed yet
τί δʼ ἐάν —τιθῶμεν γὰρ ταῦτα —,ἐὰν κατὰ τὸ ψήφισμα τὸ Δημοσθένους ἀπαιτῇ πέμψας ἡμᾶς Ἀλέξανδρος τὸ χρυσίον τὸ κομισθὲν εἰς τὴν χώραν ὑφʼ Ἁρπάλου, καὶ πρὸς τῷ γεγενῆσθαι τὴν τῆς βουλῆς ἀπόφασιν τοὺς παῖδας καταπέμψῃ πρὸς ἡμᾶς τοὺς νῦν ὡς ἑαυτὸν ἀνακεκομισμένους, καὶ τούτων ἀξιοῖ πυνθάνεσθαι τὴν ἀλήθειαν ἡμᾶς, πρὸς θεῶν, ὦ ἄνδρες, τί ἐροῦμεν;