Ancient Greek · ~2 min
Section 69
Dinarchus, Κατὰ Δημοσθένους 69
Not analysed yet
γράψεις σύ, Δημόσθενες, πολεμεῖν ἡμᾶς, ἐπειδὴ καὶ τοὺς πρότερον πολέμους καλῶς διῴκησας; καὶ πότερόν ἐστι δικαιότερον, ἂν ταῦτα δόξῃ καὶ τοῖς ἄλλοις Ἀθηναίοις, εἰς τὸν πόλεμον ὑπάρχειν μετὰ τῶν ἄλλων καὶ τὸ παρὰ σοῦ χρυσίον, ἢ τοὺς μὲν ἄλλους ἀπὸ τῶν ἰδίων κτημάτων ἕκαστον εἰσφέρειν, καὶ καταχωνεύειν τὸν ἴδιον κόσμον τῶν γυναικῶν, καὶ τὰ ἐκπώματα, καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναθήματα τῶν θεῶν, ὥσπερ ἔφησθα σὺ γράψειν, αὐτὸς εἰσενεγκὼν πεντήκοντα δραχμὰς ἀπὸ τῆς οἰκίας τῆς ἐν Πειραιεῖ, καὶ τῆς ἐν ἄστει; τοσοῦτον γὰρ κατὰ τὴν προτέραν εἰσφορὰν εἰσενηνοχώς, εἴκοσι τάλαντʼ ἔχεις.