Ancient Greek · ~2 min
Section 74
Dinarchus, Κατὰ Δημοσθένους 74
Not analysed yet
πότε δʼ αὖ τοὐναντίον ταπεινὰ καὶ τοῦ φρονήματος ἀνάξια διεπράξαντο; ὅτʼ ἐδωροδόκει μὲν λαμβάνων χρήματα παρὰ Φιλίππου Τιμόλαος ὁ τούτου φίλος, ἐπὶ δὲ τοῖς ξένοις τοῖς εἰς Ἄμφισσαν συλλεγεῖσι Πρόξενος ὁ προδότης ἐγένετο, ἡγεμὼν δὲ τῆς φάλαγγος κατέστη Θεαγένης, ἄνθρωπος ἀτυχὴς καὶ δωροδόκος ὥσπερ οὗτος. τότε διὰ τρεῖς γʼ ἀνθρώπους οὓς εἶπον ἅπασʼ ἡ πόλις ἐκ τῶν Ἑλλήνων ἀπώλετο καὶ διεφθάρη. οὐ γὰρ ψεῦδός ἐστιν ἀλλὰ καὶ λίαν ἀληθὲς τὸ τοὺς ἡγεμόνας αἰτίους ἁπάντων γίγνεσθαι καὶ τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τοῖς πολίταις.