Ancient Greek · ~1 min
Section 73
Dinarchus, Κατὰ Δημοσθένους 73
Not analysed yet
ὅτε Πελοπίδας, ὥς φασιν, ἡγεῖτο τοῦ ἱεροῦ λόχου καὶ Ἐπαμινώνδας ἐστρατήγει καὶ οἱ μετὰ τούτων, τότε τὴν ἐν Λεύκτροις μάχην ἐνίκησεν ἡ τῶν Θηβαίων πόλις, τότʼ εἰς τὴν ἀπόρθητον νομιζομένην εἶναι Λακεδαιμονίων χώραν εἰσέβαλον, κατʼ ἐκείνους τοὺς χρόνους πολλὰ καὶ καλὰ διεπράξαντʼ ἔργα, Μεσσήνην τετρακοσιοστῷ ἔτει κατῴκισαν, Ἀρκάδας αὐτονόμους ἐποίησαν, ἔνδοξοι παρὰ πᾶσιν ἦσαν.