Ancient Greek · ~2 min
Section 80
Dinarchus, Κατὰ Δημοσθένους 80
Not analysed yet
Τὸ Λοιπὸν τοῦ Ψηφίσματος ἀκούετε, ἄνδρες δικασταί. ἀπιέναι φησὶ τὸ ψήφισμα τὰς ᾑρημένας πρεσβείας. ἐπειδὴ γὰρ ἤκουσε μετὰ τὴν μάχην τὴν ἐν Χαιρωνεία Φίλιππον εἰς τὴν χώραν ἡμῶν μέλλειν εἰσβάλλειν, αὐτὸς ἑαυτὸν πρεσβευτὴν κατασκευάσας, ἵνʼ ἐκ τῆς πόλεως ἀποδραίη, ᾤχετο συσκευασάμενος ἐκ τῆς διοικήσεως ὀκτὼ τάλαντα, οὐδὲν φροντίσας τῆς τότε παρούσης ἀπορίας, ἡνίχʼ οἱ ἄλλοι πάντες ἐκ τῶν ἰδίων ἐπεδίδοσαν εἰς τὴν ὑμετέραν σωτηρίαν.