Ancient Greek · ~2 min
Section 81
Dinarchus, Κατὰ Δημοσθένους 81
Not analysed yet
τοιοῦτος ὑμῖν ὁ σύμβουλος, καὶ δύο ταύτας μόνας ἐν τῷ βίῳ Δημοσθένης πεποίηται ἀποδημίας, μετὰ τὴν μάχην ὅτʼ ἀπεδίδρασκεν ἐκ τῆς πόλεως, καὶ νῦν εἰς Ὀλυμπίαν, ἐπεὶ Νικάνορι διὰ τῆς ἀρχεθεωρίας ἐντυχεῖν ἐβούλετο. ἄξιόν γε τούτῳ παρακαταθέσθαι τὴν πόλιν καὶ ἐπιτρέψαι κινδυνεύειν μέλλοντας, ὃς ὅτε μὲν ἔδει μάχεσθαι μετὰ τῶν ἄλλων τοῖς πολεμίοις, λιπὼν τὴν τάξιν ᾤχετο ἀπιὼν οἴκαδε, ἐπειδὴ δὲ προσῆκεν οἴκοι κινδυνεύειν μετὰ τῶν ἄλλων, πρεσβευτὴν αὐτὸς αὑτὸν προβαλόμενος ᾤχετο ἐκ τῆς πόλεως ἀποδρὰς,