Ancient Greek · ~1 min
Section 87
Dinarchus, Κατὰ Δημοσθένους 87
Not analysed yet
κρίσεως Ποσειδῶν ἀποτυχὼν τῆς ὑπὲρ Ἁλιρροθίου πρὸς Ἄρη γενομένης ἐνέμεινεν· ἐνέμειναν αὐταὶ αἰ σεμναὶ θεαὶ τῇ πρὸς Ὀρέστην ἐν τούτῳ τῷ συνεδρίῳ κρίσει γενομένῃ καὶ τῇ τούτου ἀληθείᾳ συνοίκους ἑαυτὰς εἰς τὸν λοιπὸν χρόνον κατέστησαν. ὑμεῖς δὲ τί ποιήσετε οἱ πάντων εἶναι φάσκοντες εὐσεβέστατοι; τὴν τοῦ συνεδρίου γνώμην ἄκυρον καταστήσετε τῇ Δημοσθένους ἐπακολουθήσαντες πονηρίᾳ; οὐκ, ἐὰν σωφρονῆτε, ὦ Ἀθηναῖοι·