Ancient Greek · ~2 min
Section 88
Dinarchus, Κατὰ Δημοσθένους 88
Not analysed yet
οὐ γὰρ περὶ μικρῶν οὐδὲ τῶν τυχόντων ἐν τῇ τήμερον ἡμέρᾳ δικάζετε, ἀλλὰ περὶ σωτηρίας τῆς πόλεως ἁπάσης καὶ πρὸς τούτοις περὶ δωροδοκίας, ἔθους πονηροῦ καὶ πράγματος ἀλυσιτελοῦς ὑμῖν καὶ πάντας ἀνθρώπους ἀπολωλεκότος. ὃ εἰ μέν, καθʼ ὅσον ἐστὲ δυνατοί, ἐκβαλεῖτʼ ἐκ τῆς πόλεως καὶ παύσετε τοὺς ῥᾳδίως καθʼ ὑμῶν χρήματα λαμβάνοντας, σωθησόμεθα θεῶν βουλομένων· εἰ δʼ ἐπιτρέψετε τοῖς ῥήτορσι πωλεῖν ὑμᾶς αὐτούς, περιόψεσθε τὴν πόλιν ἀνατραπεῖσαν ὑπὸ τούτων.