Ancient Greek · ~1 min
Section 92
Dinarchus, Κατὰ Δημοσθένους 92
Not analysed yet
εἰ δέ τι κηδόμεθα τῆς πατρίδος καὶ τοὺς πονηροὺς καὶ δωροδόκους μισοῦμεν καὶ μετοιωνίσασθαι τὴν τύχην καὶ μεταλλάξασθαι βουλόμεθα, οὐ προετέον ἐστὶν ὑμᾶς αὐτούς, ὦ Ἀθηναῖοι, ταῖς τοῦ μιαροῦ καὶ γόητος τούτου δεήσεσιν, οὐδὲ προσδεκτέον τοὺς οἴκτους καὶ τοὺς φενακισμοὺς τοὺς τούτου· ἱκανὴν γὰρ εἰλήφατε πεῖραν αὐτοῦ καὶ τῶν ἔργων καὶ τῶν λόγων καὶ τῆς τύχης.