Ancient Greek · ~2 min
Section 91
Dinarchus, Κατὰ Δημοσθένους 91
Not analysed yet
πολλοὺς οὗτος εἴρηκε καὶ παντοδαποὺς λόγους, ὦ ἄνδρες, καὶ οὐδεπώποτε τοὺς αὐτούς. ὁρᾷ γὰρ ὑμᾶς τὸν ἅπαντα χρόνον ἐλπίσι κεναῖς καὶ ψευδέσι λόγοις ἐξηπατημένους ὑφʼ ἑαυτοῦ, καὶ μέχρι τούτου μνημονεύοντας τὰς ὑποσχέσεις μέχρι ἂν ῥηθῶσιν. εἰ μὲν οὖν ἔτι δεῖ τὴν πόλιν τῆς Δημοσθένους πονηρίας καὶ ἀτυχίας ἀπολαύειν, ἵνα πλείω κακοδαιμονῶμεν —οὐ γὰρ ἔχω τί ἄλλο εἴπω —,στερκτέον ἂν εἴη τοῖς συμβαίνουσιν·