Ancient Greek · ~1 min
Section 10
Dinarchus, Κατὰ Φιλοκλέους 10
Not analysed yet
ὅστις γὰρ ἀργύριον καὶ χρυσίον περὶ πλείονος τῆς πρὸς ὑμᾶς πίστεως ἡγεῖται καὶ μήθʼ ὅρκου μήτʼ αἰσχύνης μήτε δικαίου πλείω λόγον ἢ τοῦ λαμβάνειν ποιεῖται, οὗτος ἀποδώσεται τὸ καθʼ αὑτὸν τὴν Μουνιχίαν, ἂν ἔχῃ τὸν ὠνησόμενον, οὗτος ἐξαγγελεῖ τοῖς πολεμίοις σύνθημα φήνας καθʼ ὑμῶν, οὗτος προδώσει τὴν πεζὴν καὶ ναυτικὴν δύναμιν.