Ancient Greek · ~1 min
Section 11
Dinarchus, Κατὰ Φιλοκλέους 11
Not analysed yet
μὴ οὖν, ὦ Ἀθηναῖοι, τὴν τίμησιν ὑπὲρ τῶν γεγενημένων μόνον ὑπὸ Φιλοκλέους ἀδικημάτων ἡγεῖσθε μέλλειν ποιεῖσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἄλλων ὧν ἂν ἔπραξεν οὗτος κύριος γενόμενος. καὶ τοῖς μὲν θεοῖς ἔχετε χάριν ὑπὲρ τοῦ μὴ παθεῖν τι μεῖζον ὑπὸ τούτου δεινόν, ἐγνωκότες τοῦτον οἷός ἐστιν· ἀξίως δʼ ὑμῶν αὐτῶν καὶ τῆς τοῦ κρινομένου πονηρίας κολάσατε αὐτόν·