Ancient Greek
Section 12
Dinarchus, Κατὰ Φιλοκλέους 12
Not analysed yet
ὅς, ὦ Ἀθηναῖοι, τρὶς μὲν ἢ τετράκις ἱππαρχηκὼς ἀνδρῶν καλῶν κἀγαθῶν, πλεονάκις δʼ ἢ δεκάκις στρατηγὸς ὑφʼ ὑμῶν κεχειροτονημένος οὐκ ἄξιος ὤν, τιμώμενος καὶ ζηλούμενος διὰ τὴν πρὸς ὑμᾶς πίστιν ἀπέδοτο καὶ προέδωκε τὸ τῆς ἡμετέρας ἡγεμονίας ἀξίωμα, καὶ εἰς τὸ αὐτὸ κατέστησεν ἑαυτὸν Ἀριστογείτονι, καὶ μισθωτὸν καὶ προδότην ἀντὶ στρατηγοῦ ἐποίησεν.