Ancient Greek
Section 15
Dinarchus, Κατὰ Φιλοκλέους 15
Not analysed yet
ἀλλʼ ἔγωγε, νὴ τὸν Δία τὸν σωτῆρα, αἰσχύνομαι, εἰ προτραπέντας ὑμᾶς δεῖ καὶ παροξυνθέντας ὑφʼ ἡμῶν ἐπὶ τὴν τοῦ νῦν εἰσεληλυθότος τὴν κρίσιν τιμωρίαν ἐλθεῖν. [καὶ] οὐκ αὐτόπται ἐστὲ τῶν ὑπὸ τούτου γεγενημένων ἀδικημάτων; καὶ ὁ μὲν δῆμος ἅπας οὔτʼ ἀσφαλὲς οὔτε δίκαιον νομίζων εἶναι παρακαταθέσθαι τοὺς ἑαυτοῦ παῖδας ἀπεχειροτόνησεν αὐτὸν ἀπὸ τῆς τῶν ἐφήβων ἐπιμελείας,