Ancient Greek
Section 16
Dinarchus, Κατὰ Φιλοκλέους 16
Not analysed yet
ὑμεῖς δʼ οἱ τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακες, οἷς ἡ τύχη καὶ ὁ κλῆρος ὑπὲρ τοῦ δήμου δικάσοντας ἐπέτρεψεν, φείσεσθε τοῦ τοιαῦτα διαπεπραγμένου, καὶ τὸ πέρας ἔχοντες τῶν ἐν τῇ πόλει ἁπάντων δικαίων ἀτιμώρητον ἀφήσετε τὸν δωροδόκον καὶ πάντων τῶν γεγενημένων κακῶν αἴτιον, ὅς, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, μόνος τῶν πονηρῶν πάντων τρὶς οὐχ ἅπαξ ἀποπέφανται, καὶ τρὶς ἤδη δικαίως [ἂν] ἐζημιωμένος θανάτῳ κατὰ τὸ αὑτοῦ ψήφισμα.