Ancient Greek · ~2 min
Section 19
Dinarchus, Κατὰ Φιλοκλέους 19
Not analysed yet
ἃ χρὴ λογισαμένους ὑμᾶς πάντας, ὦ Ἀθηναῖοι, καὶ τῶν παρόντων καιρῶν ἀναμνησθέντας, οἳ πίστεως οὐ δωροδοκίας δέονται, μισεῖν τοὺς πονηρούς, ἀνελεῖν ἐκ τῆς πόλεως τὰ τοιαῦτα θηρία, καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι οὐ συνδιέφθαρται τὸ τοῦ δήμου πλῆθος τῶν ῥητόρων καὶ τῶν στρατηγῶν τισιν, οὐδὲ δουλεύει ταῖς δόξαις, εἰδότας ὅτι μετὰ μὲν δικαιοσύνης καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας ῥᾳδίως ἀμυνούμεθα, θεῶν ἵλεων ὄντων, ἐάν τινες ἡμῖν ἀδίκως ἐπιτιθῶνται, μετὰ δὲ δωροδοκίας καὶ προδοσίας καὶ τῶν ὁμοίων τούτοις κακῶν, ἃ τοῖς τοιούτοις ἀνθρώποις πρόσεστιν, οὐδεμίʼ ἂν πόλις σωθείη.