Ancient Greek · ~2 min
Section 18
Dinarchus, Κατὰ Φιλοκλέους 18
Not analysed yet
ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασα ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, ὃς οὐσίαν ἔχων πολλὴν καὶ παίδων ἀρρένων οὐκ ὄντων αὐτῷ, καὶ οὐδενὸς ἄλλου δεόμενος ὧν ἂν ἄνθρωπος μέτριος δεηθείη, οὐκ ἀπέσχετο χρημάτων διδομένων κατὰ τῆς πατρίδος, οὐδʼ ἀπεκρύψατο τὴν ἔμφυτον πονηρίαν, ἀλλʼ ἀνεῖλε πᾶσαν τὴν γεγενημένην αὑτῷ πρὸς ὑμᾶς πίστιν, καὶ οἷς πρότερον ἔφη διαφέρεσθαι, πρὸς τούτους ἔταξεν αὑτόν, καὶ ἐξήλεγξεν αὑτοῦ τὴν προσποίητον καλοκαγαθίαν, ὅτι ψευδὴς ἦν.